ϛαα πῶς ἐθέλεις [ἐπὶ νῆας Ἀχαιῶν ἐλ]θέμεν οἶος (Ω 203)
ϛαβ νυμφίον [ἐν μεγάρῳ μίαν οἴην] παῖδα λιπόντα (η 65)
ϛα[γ ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον,] ἢ πρὶν ἐπῆεν (Ε 127)
ϛαδ τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον (φ 180)
ϛαε γινώσκω δ’ ὡς σφῶιν ἐελδομένοισιν ἱκάνω (φ 209)
ϛαϛ ἕσσω μὲν χλαῖνά τε χιτῶνά τε εἵματα καλά (π 79 ρ 550 φ 339)
ϛβα ἁψαμένη βρόγχο[ν] αἰπὺν ἀφ’ ὑψηλοῖο μελάθρου (λ 278)
ϛββ ἡμετέρης ἀρετῆς <μ>εμνημένος οἷα καὶ ἡμεῖς (θ 244)
ϛβγ λαῖτμα μέγ’ ἐκ[πε]ρῶσιν, ἐπεί σφισι δῶκ’ ἐνοσίχθων (η 35)
ϛβδ ἀλλὰ πρόσω φέρε [τόξ]α· τάχ’ οὐκ ἐὺ πᾶσι πιθήσεις (φ 369)
ϛβε ἀλλ’ ὄρσευ πολεμ[όνδ]ε καὶ ἄλλους ὄρνυε λαούς (Τ 139)
ϛβϛ οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα (Σ 117)
ϛγα ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ’ ἀπερείσι’ ἄποινα (Ι 120)
ϛγβ ὀμνυέτω δέ τοι ὅρκον, ἐν Ἀργείοισιν ἀναστάς (Τ 175)
ϛγγ ἐγγὺς ἀνήρ, οὐ δη[θὰ μ]ατεύσομεν, αἴ κ’ ἐθέλητε (Ξ 110)
ϛγδ οὐδὲ μάλ’ ἐξαπί[νη]ς καί τις θεὸς αὐτὸς ἐνεί[και] (φ196)
ϛγε ἤτοι ταῦτά γ’ ἑτοῖμ[α] τετεύχαται οὐδέ κεν ἄλλ[ως] (Ξ 53)
ϛγϛ ἀλλ’ ἐφ[ομ]αρτεῖ[τε]· πλεόνων δέ τοι ἔργον [ἄμεινον] (Μ 412)
ϛδα ἐξ ἄρα δή [τοι ἔπ]ειτα [θε]οὶ φρένας ὤλεσαν [αὐτοί] (Η 360 Μ 234)
ϛδβ θάρσει, μηδέ τί τοι [θ]άνατος καταθύμιος ἔστω (Κ 383)
ϛδγ ἐξ ὕπνου γο<ό>ωσα φίλους οἰκῆας ἐγείρῃ (Ε 413)
ϛδδ ἀλλ’ ἴθι σιγῇ τοῖον, ἐγὼ δ’ ὁδὸν ἡγεμονεύσω (η 30)
ϛδε οὔατ’ ἀκουέμεν ἔστι, νόος δ’ ἀπόλωλε καὶ αἰδώς (Ο 129)
ϛδϛ γηράς· ἀλλ’ οὐχ’ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα (Ρ 197)
ϛεα οἴκαδέ τ’ ἐλθέμεναι καὶ νόστιμον ἧμαρ ἰδέσθαι (ε 220 θ 466)
ϛεβ τὸν μὲν ἄκουρ[ον ἐ]όντα βάλ’ ἀργυρότοξος Ἀπόλλων (η 64)
ϛεγ ἐλπωρή τοι ἔ[πει]τα φίλους δ’ ἰδέειν καὶ ἱκέσθαι (η 76)
ϛεδ σφῶιν δ’, ὡς ἔ[σετ]αί περ, ἀ[λη]θείην καταλέξω (φ 212)
ϛεε ὦδε γὰρ ἐξερέω, [τὸ δὲ καὶ τ]ετελεσμέν[ον] ἔσται (Α 212)
ϛεϛ πέμψω δ’, ὅππῃ μ[ιν κρα]δίη θυμός τε κελεύει (π 81 φ 342)
ϛϛα πλα<γ>κτέ; τάχ’ αὖ δὲ κύ[νες ταχ]έες κατέδονται (φ 363)
ϛϛβ γνοίης χ’, οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται (υ 237 φ 202)
ϛϛγ οὔ τί σε τῶδ’ ἄξεσθαι ὀΐομαι οὐδὲ ἔοικε (φ 322)
ϛϛδ ἐνθάδ’ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα (φ 156)
ϛϛε κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ νυ πώ μοι (Α 542)
ϛϛϛ μὴ δή μοι φύξιν γε, Δόλων, ἐμβάλεο θυ<μῷ> (Κ 447)
|
|